Σάββατο 7 Μαΐου 2022

ΑΝΑΓΝΩΣΜΑΤΑ ΚΥΡΙΑΚΗΣ ΤΩΝ ΜΥΡΟΦΟΡΩΝ

ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (Μάρκ. 15,43 – 16,8)

Τῷ καιρῷ ἐκείνῳ, ἐλθὼν Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθαίας, εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ Θεοῦ, τολμήσας εἰσῆλθε πρὸς Πιλᾶτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. Ὁ δὲ Πιλᾶτος ἐθαύμασεν εἰ ἤδη τέθνηκε, καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα ἐπηρώτησεν αὐτὸν εἰ πάλαι ἀπέθανε· καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος ἐδωρήσατο τὸ σῶμα τῷ Ἰωσήφ. Καὶ ἀγοράσας σινδόνα καὶ καθελὼν αὐτὸν ἐνείλησε τῇ σινδόνι καὶ κατέθηκεν αὐτὸν ἐν μνημείῳ, ὃ ἦν λελατομημένον ἐκ πέτρας, καὶ προσεκύλισε λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου. Ἡ δὲ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία Ἰωσῆ ἐθεώρουν ποῦ τίθεται. Καί διαγενομένου τοῦ σαββάτου Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ Σαλώμη ἠγόρασαν ἀρώματα ἵνα ἐλθοῦσαι ἀλείψωσιν αὐτόν. Καὶ λίαν πρωῒ τῆς μιᾶς σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον, ἀνατείλαντος τοῦ ἡλίου. Καὶ ἔλεγον πρὸς ἑαυτάς· τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἐκ τῆς θύρας τοῦ μνημείου; καὶ ἀναβλέψασαι θεωροῦσιν ὅτι ἀποκεκύλισται ὁ λίθος· ἦν γὰρ μέγας σφόδρα. Καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς, περιβεβλημένον στολὴν λευκήν, καὶ ἐξεθαμβήθησαν. Ὁ δὲ λέγει αὐταῖς· μὴ ἐκθαμβεῖσθε· Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον· ἠγέρθη, οὐκ ἔστιν ὧδε· ἴδε ὁ τόπος ὅπου ἔθηκαν αὐτόν. Ἀλλ ̓ ὑπάγετε εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ ὅτι προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼς εἶπεν ὑμῖν. Καὶ ἐξελθοῦσαι ἔφυγον ἀπὸ τοῦ μνημείου· εἶχε δὲ αὐτὰς τρόμος καὶ ἔκστασις, καὶ οὐδενὶ οὐδὲν εἶπον· ἐφοβοῦντο γάρ.

ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ

Ἐκεῖνο τόν καιρό, ὁ Ἰωσήφ, ἕνα ἀξιοσέβαστο μέλος τοῦ συνεδρίου, πού καταγόταν ἀπό τήν Ἀριμαθαία, καί περίμενε κι αὐτός τή βασιλεία τοῦ Θεοῦ, τόλμησε νά πάει στόν Πιλᾶτο καί νά τοῦ ζητήσει τό σῶμα τοῦ Ἰησοῦ. Ὁ Πιλᾶτος ἀπόρησε πού ὁ Ἰησοῦς εἶχε κιόλας πεθάνει. Κάλεσε τόν ἑκατόνταρχο καί τόν ρώτησε ἄν εἶχε πεθάνει ἀπό ὥρα. Ὅταν πῆρε τήν ἀπάντηση ἀπό τόν ἑκατόνταρχο, χάρισε τό σῶμα στόν Ἰωσήφ. Ἐκεῖνος ἀγόρασε ἕνα σεντόνι, κατέβασε τόν Ἰησοῦ, τόν τύλιξε μ’ αὐτό καί τόν τοποθέτησε σ’ ἕνα μνῆμα πού ἦταν λαξεμένο σέ βράχο· μετά κύλησε ἕνα λιθάρι κι ἔκλεισε τήν εἴσοδο τοῦ μνήματος. Ἡ Μαρία ἡ Μαγδαληνή καί ἡ Μαρία ἡ μητέρα τοῦ Ἰωσῆ παρακολουθοῦσαν ποῦ τόν ἔβαλαν. Ὅταν πέρασε τό Σάββατο, ἡ Μαρία ἡ Μαγδαληνή καί ἡ Μαρία ἡ μητέρα τοῦ Ἰακώβου, καί ἡ Σαλώμη, ἀγόρασαν ἀρώματα, γιά νά πᾶνε ν’ ἀλείψουν τό σῶμα τοῦ Ἰησοῦ. Ἦρθαν στό μνῆμα πολύ πρωί τήν ἑπομένη τοῦ Σαββάτου, μόλις ἀνέτειλε ὁ ἥλιος. Κι ἔλεγαν μεταξύ τους: «Ποιός θά μᾶς κυλήσει τήν πέτρα ἀπό τήν εἴσοδο τοῦ μνήματος;» Γιατί ἦταν πάρα πολύ μεγάλη. Μόλις ὅμως κοίταξαν πρός τά ’κεῖ, παρατήρησαν ὅτι ἡ πέτρα εἶχε κυλήσει ἀπό τόν τόπο της. Μόλις μπῆκαν στό μνῆμα, εἶδαν ἕνα νεαρό μέ λευκή στολή νά κάθεται στά δεξιά, καί τρόμαξαν. Αὐτός ὅμως τούς εἶπε: «Μήν τρομάζετε. Ψάχνετε γιά τόν Ἰησοῦ ἀπό τή Ναζαρέτ, τό σταυρωμένο. Ἀναστήθηκε. Δέν εἶναι ἐδῶ. Νά καί τό μέρος ὅπου τόν εἶχαν βάλει. Πηγαίνετε τώρα καί πεῖτε στούς μαθητές του καί στόν Πέτρο: “πηγαίνει πρίν ἀπό σᾶς στήν Γαλιλαία καί σᾶς περιμένει· ἐκεῖ θά τόν δεῖτε, ὅπως σᾶς τό εἶπε”». Οἱ γυναῖκες βγῆκαν κι ἔφυγαν ἀπό τό μνῆμα γεμάτες τρόμο καί δέος· δέν εἶπαν ὅμως τίποτα σέ κανέναν, γιατί ἦταν φοβισμένες.

ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (Α΄ Ἰωάν. 1, 1-7)

«Ὅ ἦν ἀπ’ ἀρχῆς, ὅ ἀκηκόαμεν, ὅ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὅ ἐθεασάμεθα καί αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, περί τοῦ λόγου τῆς ζωῆς – καί ἡ ζωή ἐφανερώθη καί ἑωράκαμεν καί μαρτυροῦμεν καί ἀπαγγέλλομεν ὑμῖν τήν ζωήν τήν αἰώνιον, ἥτις ἦν πρός τόν πατέρα καί ἐφανερώθη ἡμῖν - ὅ ἑωράκαμεν καί ἀκηκόαμεν, ἀπαγγέλλομεν ὑμῖν, ἵνα καί ὑμεῖς κοινωνίαν ἔχητε μεθ’ ἡμῶν∙ καί ἡ κοινωνία δέ ἡ ἡμετέρα μετά τοῦ πατρός καί μετά τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ. Καί ταῦτα γράφομεν ὑμῖν, ἵνα ἡ χαρά ἡμῶν ᾖ πεπληρωμένη. Καί αὕτη ἐστίν ἡ ἐπαγγελία ἥν ἀκηκόαμεν ἀπ’ αὐτοῦ καί ἀναγγέλλομεν ὑμῖν, ὅτι ὁ Θεός φῶς ἐστι καί σκοτία ἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία. Ἐάν εἴπωμεν ὅτι κοινωνίαν ἔχομεν μετ’ αὐτοῦ καί ἐν τῷ σκότει περιπατῶμεν, ψευδόμεθα καί οὐ ποιοῦμεν τήν ἀλήθειαν. Ἐάν δέ ἐν τῷ φωτί περιπατῶμεν, ὡς αὐτός ἐστιν ἐν τῷ φωτί, κοινωνίαν ἔχομεν μετ’ ἀλλήλων, καί τό αἷμα Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ αὐτοῦ καθαρίζει ἡμᾶς ἀπό πάσης ἁμαρτίας».

ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ

Σᾶς γράφουμεν γι’ αὐτό πού ὑπῆρχε ἀπό τήν ἀρχή, τό ὁποῖο ἀκούσαμε, εἴδαμε μέ τά μάτια μας, παρατηρήσαμε ἀπό κοντά καί ψηλαφήσαμε μέ τά χέρια μας, δηλαδή τήν αἰτία τῆς ζωῆς. Καί ἡ ζωή αὐτή καθ’ ἑαυτή φανερώθηκε, καί εἴδαμε καί μαρτυροῦμε καί σᾶς ἀναγγέλλουμε τήν αἰώνια ζωή, ἠ ὁποία ἦταν μαζί μέ τόν Πατέρα καί φανερώθηκε σέ μᾶς. Αὐτό τό ὁποῖο εἴδαμε καί ἀκούσαμε ἀναγγέλλουμε καί σέ σᾶς γιά νά ἑνωθεῖτε καί ἐσεῖς μέ ἐμᾶς, ἡ δική μας ἕνωση εἶναι ἕνωση μέ τόν Πατέρα καί μέ τόν Υἱό του Ἰησοῦ Χριστό. Καί σᾶς τά γράφουμε αὐτά, γιά νά εἶναι ὁλοκληρωμένη ἡ χαρά σας. Τό μήνυμα πού ἀκούσαμε ἀπό αὐτόν καί τό ἀναγγέλλουμε καί σέ σᾶς εἶναι τό ἑξῆς, ὅτι δηλαδή ὁ Θεός εἶναι φῶς, καί δέν ὑπάρχει καθόλου σκοτάδι σ’ αὐτόν. Ἐάν ποῦμε ὅτι εἴμαστε ἑνωμένοι μ’ αὐτόν καί ταυτόχρονα περπατοῦμε στό σκοτάδι, λέμε ψέματα καί δέν συμμορφωνόμαστε μέ τήν ἀλήθεια. Ἐάν ὅμως ζοῦμε μέσα στό φῶς, ὅπως καί αὐτός εἶναι στό φῶς, τότε συνδεόμαστε στενά μεταξύ μας καί τό αἷμα τοῦ Υἱοῦ τοῦ Θεοῦ Ἰησοῦ Χριστοῦ μᾶς καθαρίζει ἀπό ὅλες τίς ἁμαρτίες.