ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (Ιωάν. 9, 1-38)
Τῷ καιρῷ ἐκείνῳ, παράγων ὁ Ἰησοῦς, εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς. Καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· ραββί, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ; Ἀπεκρίθη Ἰησοῦς· οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ' ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ. Ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἐστίν· ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι. Ὅταν ἐν τῷ κόσμῳ ᾦ, φῶς εἰμι τοῦ κόσμου. Ταῦτα εἰπὼν ἔπτυσε χαμαὶ καὶ ἐποίησε πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ἐπέχρισε τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ καὶ εἶπεν αὐτῷ· ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ, ὃ ἑρμηνεύεται ἀπεσταλμένος. Ἀπῆλθεν οὖν καὶ ἐνίψατο, καὶ ἦλθε βλέπων. Οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι τυφλὸς ἦν, ἔλεγον· οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν; ἄλλοι ἔλεγον ὅτι οὗτός ἐστιν· ἄλλοι δὲ ὅτι ὅμοιος αὐτῷ ἐστιν. Ἐκεῖνος ἔλεγεν ὅτι ἐγώ εἰμι. Ἔλεγον οὖν αὐτῷ· πῶς ἀνεῴχθησάν σου οἱ ὀφθαλμοί; Ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν· ἄνθρωπος λεγόμενος Ἰησοῦς πηλὸν ἐποίησε καὶ ἐπέχρισέ μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέ μοι· ὕπαγε εἰς τὴν κολυμβήθραν τοῦ Σιλωὰμ καὶ νίψαι· ἀπελθὼν δὲ καὶ νιψάμενος ἀνέβλεψα. Εἶπον οὖν αὐτῷ· ποῦ ἐστιν ἐκεῖνος; Λέγει· οὐκ οἶδα. Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους, τόν ποτε τυφλόν. Ἦν δὲ σάββατον ὅτε τὸν πηλὸν ἐποίησεν ὁ Ἰησοῦς καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς. Πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν. Ὁ δὲ εἶπεν αὐτοῖς· πηλὸν ἐπέθηκέ μου ἐπὶ τοὺς ὀφθαλμούς, καὶ ἐνιψάμην, καὶ βλέπω. Ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές· οὗτος ὁ ἄνθρωπος οὐκ ἔστι παρὰ τοῦ Θεοῦ, ὅτι τὸ σάββατον οὐ τηρεῖ. Ἄλλοι ἔλεγον· πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; Καὶ σχίσμα ἦν ἐν αὐτοῖς. Λέγουσι τῷ τυφλῷ πάλιν· σὺ τί λέγεις περὶ αὐτοῦ, ὅτι ἤνοιξέ σου τοὺς ὀφθαλμούς; Ὁ δὲ εἶπεν ὅτι προφήτης ἐστίν. Οὐκ ἐπίστευσαν οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι τυφλὸς ἦν καὶ ἀνέβλεψεν, ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ τοῦ ἀναβλέψαντος καὶ ἠρώτησαν αὐτοὺς λέγοντες· οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν, ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη; πῶς οὖν ἄρτι βλέπει; Ἀπεκρίθησαν δὲ αὐτοῖς οἱ γονεῖς αὐτοῦ καὶ εἶπον· οἴδαμεν ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν καὶ ὅτι τυφλὸς ἐγεννήθη· πῶς δὲ νῦν βλέπει οὐκ οἴδαμεν, ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς ἡμεῖς οὐκ οἴδαμεν· αὐτὸς ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε, αὐτὸς περὶ ἑαυτοῦ λαλήσει. Ταῦτα εἶπον οἱ γονεῖς αὐτοῦ, ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους· ἤδη γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι ἵνα, ἐάν τις αὐτὸν ὁμολογήσῃ Χριστόν, ἀποσυνάγωγος γένηται. Διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπον ὅτι ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε. Ἐφώνησαν οὖν ἐκ δευτέρου τὸν ἄνθρωπον ὃς ἦν τυφλός, καὶ εἶπον αὐτῷ· δὸς δόξαν τῷ Θεῷ· ἡμεῖς οἴδαμεν ὅτι ὁ ἄνθρωπος οὗτος ἁμαρτωλός ἐστιν. Ἀπεκρίθη οὖν ἐκεῖνος καὶ εἶπεν· εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα· ἓν οἶδα, ὅτι τυφλὸς ὢν ἄρτι βλέπω. Εἶπον δὲ αὐτῷ πάλιν· τί ἐποίησέ σοι; πῶς ἤνοιξέ σου τοὺς ὀφθαλμούς; Ἀπεκρίθη αὐτοῖς· εἶπον ὑμῖν ἤδη, καὶ οὐκ ἠκούσατε· τί πάλιν θέλετε ἀκούειν; μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι; Ἐλοιδόρησαν αὐτὸν καὶ εἶπον· σὺ εἶ μαθητὴς ἐκείνου· ἡμεῖς δὲ τοῦ Μωϋσέως ἐσμὲν μαθηταί. Ἡμεῖς οἴδαμεν ὅτι Μωϋσεῖ λελάληκεν ὁ Θεός· τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν. Ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς· ἐν γὰρ τούτῳ θαυμαστόν ἐστιν, ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστί, καὶ ἀνέῳξέ μου τοὺς ὀφθαλμούς. Οἴδαμεν δὲ ὅτι ἁμαρτωλῶν ὁ Θεὸς οὐκ ἀκούει, ἀλλ’ ἐάν τις θεοσεβὴς ᾖ καὶ τὸ θέλημα αὐτοῦ ποιῇ, τούτου ἀκούει. Ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου. Εἰ μὴ ἦν οὗτος παρὰ Θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν. Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ· ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς; καὶ ἐξέβαλον αὐτὸν ἔξω. Ἤκουσεν ὁ Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω, καὶ εὑρὼν αὐτὸν εἶπεν αὐτῷ· σὺπιστεύεις εἰς τὸν υἱὸν τοῦ Θεοῦ; Ἀπεκρίθη ἐκεῖνος καὶ εἶπε· καὶ τίς ἐστι, Κύριε, ἵνα πιστεύσω εἰς αὐτόν; Εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς· καὶ ἑώρακας αὐτὸν καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν. Ὁ δὲ ἔφη· πιστεύω, Κύριε· καὶ προσεκύνησεν αὐτῷ.
ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ
Ἐκεῖνο τόν καιρό, καθώς πήγαινε στό δρόμο του ὁ Ἰησοῦς, εἶδε
ἕναν ἄνθρωπο πού εἶχε
γεννηθεῖ τυφλός. Τόν ρώτησαν,
λοιπόν, οἱ μαθητές του:
«Διδάσκαλε, ποιός ἁμάρτησε καί
γεννήθηκε αὐτός τυφλός, ὁ ἴδιος ἤ
οἱ γονεῖς του;» Ὁ Ἰησοῦς ἀπάντησε: «Οὔτε αὐτός ἁμάρτησε οὔτε οἱ
γονεῖς του, ἀλλά γεννήθηκε
τυφλός γιά νά φανερωθεῖ ἡ δύναμη τῶν ἔργων
τοῦ Θεοῦ πάνω σ' αὐτόν. Ὅσο διαρκεῖ ἡμέρα, πρέπει νά ἐκτελῶ τά ἔργα ἐκείνου
πού μ' ἔστειλε. Ἔρχεται ἡ νύχτα, ὁπότε κανένας δέν μπορεῖ νά ἐργάζεται. Ὅσο εἶμαι
σ' αὐτόν τόν κόσμο, εἶμαι τό φῶς γιά τόν κόσμο». Ὅταν τά εἶπε αὐτά ὁ Ἰησοῦς, ἔφτυσε
κάτω, ἔφτιαξε πηλό ἀπό τό φτύμα, ἄλειψε μέ τόν πηλό τά μάτια τοῦ τυφλοῦ, καί τοῦ
εἶπε: «Πήγαινε νά νιφτεῖς στήν κολυμβήθρα
τοῦ Σιλωάμ» –πού σημαίνει «ἀπεσταλμένος ἀπό τό Θεό». Ξεκίνησε, λοιπόν, ὁ ἄνθρωπος, πῆγε
καί νίφτηκε καί, ὅταν γύρισε πίσω, ἔβλεπε. Τότε οἱ
γείτονες κι ὅσοι τόν ἔβλεπαν προηγουμένως ὅτι ἦταν τυφλός, ἔλεγαν: «Αὐτός
δέν εἶναι ὁ ἄνθρωπος πού καθόταν ἐδῶ
καί ζητιάνευε;» Μερικοί ἔλεγαν: «Αὐτός εἶναι», ἐνῶ ἄλλοι ἔλεγαν: «Εἶναι κάποιος
πού τοῦ μοιάζει». Ὁ ἴδιος ὅμως ἔλεγε: «Ἐγώ εἶμαι». Τότε τόν ρωτοῦσαν: «Πῶς,
λοιπόν, ἄνοιξαν τά μάτια σου;» Ἐκεῖνος ἀπάντησε: «Ἕνας ἄνθρωπος πού τόν λένε Ἰησοῦ
ἔκανε πηλό, μοῦ ἄλειψε τά μάτια καί μοῦ εἶπε: "πήγαινε στήν κολυμβήθρα τοῦ
Σιλωάμ καί νίψου"· πῆγα λοιπόν ἐκεῖ, νίφτηκα καί βρῆκα τό φῶς μου». Τόν ρώτησαν,
λοιπόν: «Ποῦ εἶναι ὁ ἄνθρωπος ἐκεῖνος;» «Δέν ξέρω», τούς ἀπάντησε.Τόν ἔφεραν τότε
στούς Φαρισαίους, τόν ἄνθρωπο πού ἦταν ἄλλοτε τυφλός. Ἡμέρα πού ἔφτιαξε ὁἸησοῦς
τόν πηλό καί τοῦ ἄνοιξε τά μάτια ἦταν Σάββατο. Ἄρχισαν λοιπόν καί οἱ Φαρισαῖοι
νά τόν ρωτοῦν πάλι πῶς ἀπέκτησε τό φῶς του. Αὐτός τούς ἀπάντησε: «Ἔβαλε πάνω στά μάτια
μου πηλό, νίφτηκα
καί βλέπω». Μερικοί ἀπό
τούς Φαρισαίους ἔλεγαν: «Αὐτός ὁ ἄνθρωπος δέν
μπορεῖνά εἶναι σταλμένος ἀπό τό
Θεό, γιατί δέν τηρεῖ τήν ἀργία τοῦ Σαββάτου». Ἄλλοι ὅμως ἔλεγαν: «Πῶς μπορεῖ ἕνας
ἁμαρτωλός ἄνθρωπος νά κάνει τέτοια σημεῖα;» Καί ὑπῆρχε διχογνωμία ἀνάμεσά τους.
Ρωτοῦν λοιπόν πάλι τόν τυφλό: «Ἐσύ τί λές γι’ αὐτόν; πῶς ἐξηγεῖς ὅτι σοῦ ἄνοιξε
τά μάτια;» Κι ἐκεῖνος τούς ἀπάντησε: «Εἶναι προφήτης». Οἱ Ἰουδαῖοι ὅμως δέν ἐννοοῦσαν
νά πιστέψουν πώς αὐτός
ἦταν τυφλός κι ἀπέκτησε τό φῶς του, ὥσπου κάλεσαν τούς γονεῖς τοῦ ἀνθρώπου καί
τούς ρώτησαν: «Αὐτός εἶναι ὁ γιός σας πού λέτε ὅτι γεννήθηκε τυφλός; Πῶς, λοιπόν,
τώρα βλέπει;» Οἱ γονεῖς του τότε ἀποκρίθηκαν: «Ξέρουμε πώς αὐτός εἶναι ὁ γιός
μας κι ὅτι γεννήθηκε τυφλός· πῶς ὅμως τώρα βλέπει, δέν τό ξέρουμε, ἤ ποιός τοῦ ἄνοιξε
τά μάτια, ἐμεῖς δέν τό ξέρουμε. Ρωτῆστε τόν ἴδιο· ἐνήλικος εἶναι, αὐτός μπορεῖ νά
μιλήσει γιά τόν ἑαυτό του». Αὐτά εἶπαν οἱ γονεῖς του, ἀπό φόβο πρός τούς Ἰουδαίους.
Γιατί, οἱ Ἰουδαῖοι ἄρχοντες εἶχαν κιόλας συμφωνήσει νά ἀφορίζεται ἀπό τή
συναγωγή ὅποιος παραδεχτεῖ πώς ὁ Ἰησοῦς εἶναι ὁ Μεσσίας. Γι’ αὐτό εἶπαν οἱ γονεῖς
του, «ἐνήλικος εἶναι, ρωτῆστε τόν ἴδιο». Κάλεσαν, λοιπόν, γιά δεύτερη φορά τόν ἄνθρωπο
πού ἦταν πρίν τυφλός καί τοῦ εἶπαν: «Πές τήν ἀλήθεια ἐνώπιον τοῦ Θεοῦ· ἐμεῖς ξέρουμε
ὅτι ὁ ἄνθρωπος αὐτός εἶναι ἁμαρτωλός». Ἐκεῖνος τότε τούς ἀπάντησε: «Ἄν εἶναι ἁμαρτωλός,
δέν τό ξέρω· ἕνα ξέρω: πώς, ἐνῶ ἤμουν τυφλός, τώρα βλέπω». Τόν ρώτησαν πάλι:
«Τί σοῦ ἔκανε; Πῶς σοῦ ἄνοιξε τά μάτια;» «Σᾶς τό εἶπα κιόλας», τούς ἀποκρίθηκε,
«ἀλλά δέν πειστήκατε· γιατί θέλετε νά τό ξανακούσετε; Μήπως θέλετε κι ἐσεῖς νά
γίνετε μαθητές του;» Τόν περιγέλασαν τότε καί τοῦ εἶπαν: «Ἐσύ εἶσαι μαθητής ἐκείνου·
ἐμεῖς εἴμαστε μαθητές τοῦ Μωυσῆ·ἐμεῖς ξέρουμε πώς ὁ Θεός μίλησε στό Μωυσῆ, ἐνῶ γι’
αὐτόν δέν ξέρουμε τήν προέλευσή του». Τότε ἀπάντησε ὁ ἄνθρωπος καί τούς εἶπε: «Ἐδῶ
εἶναι τό παράξενο, πώς ἐσεῖς δέν ξέρετε ἀπό ποῦ εἶναι ὁ ἄνθρωπος, κι ὅμως αὐτός
μοῦ ἄνοιξε τά μάτια.
Ξέρουμε πώς ὁ Θεός τούς ἁμαρτωλούς δέν τούς ἀκούει, ἀλλά ἄν κάποιος
τόν σέβεται καί κάνει τό θέλημά του, αὐτόν τόν ἀκούει. Ἀπό τότε πού ἔγινε ὁ κόσμος
δέν ἀκούστηκε ν’ ἀνοίξει κανείς τά μάτια ἑνός γεννημένου τυφλοῦ. Ἄν αὐτός δέν ἦταν
ἀπό τό Θεό δέ θά μποροῦσε νά κάνει τίποτα». «Ἐσύ εἶσαι βουτηγμένος στήν ἁμαρτία
ἀπό τότε πού γεννήθηκες», τοῦ ἀποκρίθηκαν, «καί κάνεις τό δάσκαλο σ’ ἐμᾶς;» Καί
τόν πέταξαν ἔξω. Ὁ Ἰησοῦς ἔμαθε ὅτι τόν πέταξαν ἔξω καί, ὅταν τόν βρῆκε, τοῦ εἶπε:
«Ἐσύ πιστεύεις στόν Υἱό τοῦ Θεοῦ;» Ἐκεῖνος ἀποκρίθηκε: «Καί ποιός εἶναι αὐτός,
κύριε, γιά νά πιστέψω σ’ αὐτόν;» «Μά τόν ἔχεις κιόλας δεῖ», τοῦ εἶπε ὁ Ἰησοῦς.
«Αὐτός πού μιλάει τώρα μαζί σου, αὐτός εἶναι». Τότε ἐκεῖνος εἶπε: «Πιστεύω Κύριε»,
καί τόν προσκύνησε.
ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (Πρ. Απ. 16, 16-34)
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἐγένετο πορευομένων ἡμῶν εἰς προσευχὴν παιδίσκην τινὰ ἔχουσαν πνεῦμα πύθωνος ἀπαντῆσαι ἡμῖν, ἥτις ἐργασίαν πολλὴν παρεῖχε τοῖς κυρίοις αὐτῆς μαντευομένη. Αὕτη κατακολουθήσασα τῷ Παύλῳ καὶ τῷ Σίλᾳ ἔκραζε λέγουσα· οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσίν, οἵτινες καταγγέλλουσιν ἡμῖν ὁδὸν σωτηρίας. Τοῦτο δὲ ἐποίει ἐπὶ πολλὰς ἡμέρας. Διαπονηθεὶς δὲ ὁ Παῦλος καὶ ἐπιστρέψας τῷ πνεύματι εἶπε· παραγγέλλω σοι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ἐξελθεῖν ἀπ’ αὐτῆς. Καὶ ἐξῆλθεν αὐτῇ τῇ ὥρᾳ. Ἰδόντες δὲ οἱ κύριοι αὐτῆς ὅτι ἐξῆλθεν ἡ ἐλπὶς τῆς ἐργασίας αὐτῶν, ἐπιλαβόμενοι τὸν Παῦλον καὶ τὸν Σίλαν εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας, καὶ προσαγαγόντες αὐτοὺς τοῖς στρατηγοῖς εἶπον· οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν Ἰουδαῖοι ὑπάρχοντες. Καὶ καταγγέλλουσιν ἔθη ἃ οὐκ ἔξεστιν ἡμῖν παραδέχεσθαι οὐδὲ ποιεῖν Ρωμαίοις οὖσι. Καὶ συνεπέστη ὁ ὄχλος κατ ̓ αὐτῶν. καὶ οἱ στρατηγοὶ περιρρήξαντες αὐτῶν τὰ ἱμάτια ἐκέλευον ραβδίζειν, πολλάς τε ἐπιθέντες αὐτοῖς πληγὰς ἔβαλον εἰς φυλακήν, παραγγείλαντες τῷ δεσμοφύλακι ἀσφαλῶς τηρεῖν αὐτούς· ὃς παραγγελίαν τοιαύτην εἰληφὼς ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακὴν καὶ τοὺς πόδας αὐτῶν ἠσφαλίσατο εἰς τὸ ξύλον. Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλος καὶ Σίλας προσευχόμενοι ὕμνουν τὸν Θεόν· ἐπηκροῶντο δὲ αὐτῶν οἱ δέσμιοι. Ἄφνω δὲ σεισμὸς ἐγένετο μέγας, ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου, ἀνεῴχθησάν τε παραχρῆμα αἱ θύραι πᾶσαι καὶ πάντων τὰ δεσμὰ ἀνέθη. Ἔξυπνος δὲ γενόμενος ὁ δεσμοφύλαξ καὶ ἰδὼν ἀνεῳγμένας τὰς θύρας τῆς φυλακῆς, σπασάμενος μάχαιραν ἔμελλεν ἑαυτὸν ἀναιρεῖν, νομίζων ἐκπεφευγέναι τοὺς δεσμίους. Ἐφώνησε δὲ φωνῇ μεγάλῃ ὁ Παῦλος λέγων· μηδὲν πράξῃς σεαυτῷ κακόν· ἅπαντες γάρ ἐσμεν ἐνθάδε. Αἰτήσας δὲ φῶτα εἰσεπήδησε, καὶ ἔντρομος γενόμενος προσέπεσε τῷ Παύλῳ καὶ τῷ Σίλᾳ, καὶ προαγαγὼν αὐτοὺς ἔξω ἔφη· κύριοι, τί με δεῖ ποιεῖν ἵνα σωθῶ; Οἱ δὲ εἶπον· πίστευσον ἐπὶ τὸν Κύριον Ἰησοῦν Χριστόν, καὶ σωθήσῃ σὺ καὶ ὁ οἶκός σου. Καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον τοῦ Κυρίου καὶ πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ. Καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ ὥρᾳ τῆς νυκτὸς ἔλουσεν ἀπὸ τῶν πληγῶν, καὶ ἐβαπτίσθη αὐτὸς καὶ οἱ αὐτοῦ πάντες παραχρῆμα, ἀναγαγών τε αὐτοὺς εἰς τὸν οἶκον αὐτοῦ παρέθηκε τράπεζαν, καὶ ἠγαλλιάσατο πανοικὶ πεπιστευκὼς τῷ Θεῷ.
ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ
Τίς ἡμέρες ἐκείνες,
καθώς πηγαίναμε στόν τόπο τῆς
προσευχῆς, συνέβη νά συναντήσουμε μιά δούλη πού εἶχε μαντικό πνεῦμα καί
μέ τίς μαντεῖες της ἀπέφερε
πολλά κέρδη στούς
κυρίους της. Αὐτή ἀκολουθοῦσε τόν Παῦλο καί τόν Σίλα καί φώναζε:
«Αὐτοί οἱ ἄνθρωποι εἶναι δοῦλοι τοῦ ὕψιστου
Θεοῦ, πού μᾶς
κηρύττουν τήν ὁδό τῆς σωτηρίας!» Αὐτό τό ἔκανε πολλές μέρες. Ὁ Παῦλος
ἀγανάκτησε· γύρισε πίσω καί εἶπε στό πνεῦμα: «Σέ διατάζω στό ὄνομα τοῦ Ἰησοῦ Χριστοῦ
νά βγεῖς ἀπ’ αὐτήν». Τήν ἴδια στιγμή βγῆκε τό πνεῦμα.Ὅταν εἶδαν τ’ ἀφεντικά της
ὅτι μαζί μέ τό πνεῦμα χάθηκε κι ἡ ἐλπίδα τοῦ κέρδους πού εἶχαν ἀπό τήν ἐργασία
της, ἔπιασαν τόν Παῦλο καί τόν
Σίλα καί τούς ἔσυραν
στήν ἀγορά γιά νά τούς
παρουσιάσουν στίς ἀρχές. Τούς ὁδήγησαν μπροστά στούς ἀνώτατους ἄρχοντες τῆς πόλης
καί εἶπαν: «Αὐτοί οἱ ἄνθρωποι εἶναι Ἰουδαῖοι καί προκαλοῦν ταραχές στήν πόλη. Θέλουν
νά εἰσαγάγουν ἔθιμα πού δέν ἐπιτρέπεται σ’ ἐμᾶς, πού εἴμαστε Ρωμαῖοι, νά τά
δεχτοῦμε ἤ νά τά τηρήσουμε». Τότε ὁ λαός ξεσηκώθηκε ἐναντίον τους. Οἱ ἄρχοντες
τούς ἔσκισαν τά ροῦχα καί ἔδωσαν διαταγή νά τούς ραβδίσουν. Τούς ἔδωσαν πολλά
χτυπήματα καί μετά τούς ἔβαλαν στή φυλακή κι ἔδωσαν ἐντολή στόν δεσμοφύλακα νά
τούς φυλάει ἀσφαλισμένους καλά. Αὐτός, ἐφόσον πῆρε μιά τέτοια ἐντολή, τούς ἔβαλε
στό πιό ἐσωτερικό κελί καί γιά λόγους ἀσφάλειας ἕσφιξε τά πόδια τους στήν ξυλοπέδη.
Γύρω στά
μεσάνυχτα, ὁ Παῦλος καί ὁ Σίλας προσεύχονταν
καί ἔψελναν ὕμνους στόν Θεό·
καί τούς ἄκουγαν οἱ φυλακισμένοι. Ξαφνικά ἔγινε ἕνας σεισμός
τόσο δυνατός, πού
σαλεύτηκαν τά θεμέλια τῆς φυλακῆς.
Ἀμέσως ἄνοιξαν ὅλες οἱ πόρτες καί τά δεσμά τῶν φυλακισμένων λύθηκαν. Ὁ δεσμοφύλακας
ξύπνησε· κι ὅταν εἶδε τίς πόρτες τῆς φυλακῆς ἀνοιχτές, ἔβγαλε τό σπαθί του κι ἤθελε
νά σκοτωθεῖ, νομίζοντας ὅτι οἱ φυλακισμένοι εἶχαν δραπετεύσει. Τότε ὁ Παῦλος τοῦ
φώναξε: «Μήν κάνεις κανένα κακό στόν ἑαυτό σου! Εἴμαστε ὅλοι ἐδῶ». Ὁ δεσμοφύλακας
ζήτησε νά τοῦ φέρουν φῶτα, πήδηξε μέσα στό κελί, καί τρομαγμένος ἔπεσε στά πόδια
τοῦ Παύλου καί τοῦ Σίλα. Ὕστερα τούς ἔβγαλε ἔξω καί τούς ρώτησε: «Κύριοι, τί πρέπει
νά κάνω γιά νά σωθῶ;» Αὐτοί τοῦ εἶπαν: «Πίστεψε στόν Κύριο Ἰησοῦ Χριστό, καί θά
σωθεῖς κι ἐσύ καί τό σπίτι σου». Καί κήρυξαν σ' αὐτόν καί σ' ὅσους ἦταν στό
σπίτι του τόν λόγο τοῦ Κυρίου. Ὁ δεσμοφύλακας τούς πῆρε τήν ἴδια ἐκείνη ὥρα μέσα
στή νύχτα κι ἔπλυνε τίς πληγές τους· ὕστερα βαφτίστηκε ἀμέσως ὁ ἴδιος καί ὅλη ἡ
οἰκογένειά του. Κατόπιν
τούς ἀνέβασε στό σπίτι
του καί τούς ἔστρωσε
τραπέζι. Ἦταν πανευτυχής πού
κι αὐτός καί ὅλη ἡ οἰκογένειά του εἶχαν βρεῖ τήν πίστη
στό Θεό.