Σάββατο 10 Ιουνίου 2023

ΑΝΑΓΝΩΣΜΑΤΑ ΚΥΡΙΑΚΗΣ ΑΓΙΩΝ ΠΑΝΤΩΝ

ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (Ματθ. 10, 32-33, 37-38. 19, 27-30)

Εἶπεν ὁ Κύριος· πᾶς ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς· ὅστις δ ̓ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος. Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ· ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν; Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι, ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. Καὶ πᾶς ὃς ἀφῆκεν οἰκίας ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ γυναῖκα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν τοῦ ὀνόματός μου, ἑκατονταπλασίονα λήψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει. Πολλοὶ δὲ ἔσονται πρῶτοιἔσχατοι καὶ ἔσχατοι πρῶτοι.

ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ

Εἶπε ὁ Κύριος: «Ὅποιος ὁμολογήσει μπροστά στούς ἀνθρώπους ὅτι ἀνήκει σ' ἐμένα, θά τόν ἀναγνωρίσω κι ἐγώ γιά δικόν μου μπροστά στόν οὐράνιο Πατέρα μου. Ὅποιος ὅμως μέ ἀπαρνηθεῖ μπροστά στούς ἀνθρώπους, θά τόν ἀπαρνηθῶ κι ἐγώ μπροστά στόν οὐράνιο Πατέρα μου. Ὅποιος ἀγαπάει τόν πατέρα του ἤ τή μάνα του παραπάνω ἀπό μένα, δέν εἶναι ἄξιος γιά μαθητής μου. Κι ὅποιος ἀγαπάει τό γιό του ἤ τή θυγατέρα του παραπάνω ἀπό μένα, δέν εἶναι ἄξιος γιά μαθητής μου. Ἐπίσης ὅποιος δέν παίρνει τό σταυρό του καί δέ μέ ἀκολουθεῖ, δέν εἶναι ἄξιος γιά μαθητής μου». Μίλησε τότε ὁ Πέτρος καί τοῦ εἶπε: «Νά, ἐμεῖς ἀφήσαμε τά πάντα καί σέ ἀκολουθήσαμε. Τί θά γίνει μ' ἐμᾶς;» Κι ὁ Ἰησοῦς τούς ἀπάντησε: «Σᾶς βεβαιώνω πώς ἐσεῖς πού μέ ἀκολουθήσατε, ὅταν θά καθίσει ὁ Υἱός τοῦ Ἀνθρώπου στό μεγαλόπρεπο θρόνο του, στόν καινούριο κόσμο, θά καθίσετε κι ἐσεῖς σέ δώδεκα θρόνους, γιά νά κρίνετε τίς δώδεκα φυλές τοῦ Ἰσραήλ. Κι ὅποιος ἄφησε σπίτια ἤ ἀδερφούς ἤ ἀδερφές ἤ πατέρα ἤ μητέρα ἤ γυναίκα ἤ παιδιά ἤ χωράφια γιά χάρη μου, θά πάρει ἑκατό φορές περισσότερα καί θά κληρονομήσει τήν αἰώνια ζωή. Πολλοί θά βρεθοῦν ἀπό πρῶτοι τελευταῖοι, κι ἄλλοι ἀπό τελευταῖοι πρῶτοι».

ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (Εβρ. 11, 33-12, 2)

Ἀδελφοί, οἱ Ἅγιοι πάντες διά πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων· ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τούς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν· ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι. Τοιγάρουν καὶ ἡμεῖς, τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων, ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν, δι' ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα, ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν, ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινε σταυρόν, αἰσχύνης καταφρονήσας, ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ Θεοῦ κεκάθικεν.

ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ

Ἀδελφοί, οἱ πατέρες μας μέ τήν πίστη κατατρόπωσαν βασίλεια, ἐπέβαλαν τό δίκαιο, πέτυχαν τήν πραγματοποίηση τῶν ὑποσχέσεων τοῦ Θεοῦ, ἔφραξαν στόματα λεόντων· ἔσβησαν τή δύναμη τῆς φωτιᾶς, διέφυγαν τή σφαγή, ἔγιναν ἀπό ἀδύνατοι ἰσχυροί, ἀναδείχτηκαν ἥρωες στόν πόλεμο, ἔτρεψαν σέ φυγή ἐχθρικά στρατεύματα· γυναῖκες ξαναπῆραν πίσω στή ζωή τούς ἀνθρώπους τους, κι ἄλλοι βασανίστηκαν ὡς τό θάνατο, χωρίς νά δεχτοῦν τήν ἀπελευθέρωσή τους, γιατί πίστευαν ὅτι μποροῦσαν ν' ἀναστηθοῦν σέ μιά καλύτερη ζωή. Ἄλλοι δοκίμασαν ἐξευτελισμούς καί μαστιγώσεις, ἀκόμη καί δεσμά καί φυλακίσεις. Λιθοβολήθηκαν, πριονίστηκαν, πέρασαν δοκιμασίες, θανατώθηκαν μέ μαχαίρι, περιπλανήθηκαν ντυμένοι μέ προβιές καί κατσικίσια δέρματα, ἔζησαν σέ στερήσεις, ὑπέφεραν καταπιέσεις, θλίψεις καί κακουχίες –ο κόσμος δέν ἦταν ἄξιος νά 'χει τέτοιους ἀνθρώπους– πλανήθηκαν σέ ἐρημιές καί βουνά, σέ σπηλιές καί σέ τρύπες τῆς γῆς. Ὅλοι οἱ παραπάνω, παρά τήν καλή μαρτυρία τῆς πίστης τους, δέν πῆραν ὅ,τι τούς ὑποσχέθηκε ὁ Θεός. Αὐτός εἶχε προβλέψει κάτι καλύτερο γιά μᾶς, ἔτσι ὥστε νά μή φτάσουν ἐκεῖνοι στήν τελειότητα χωρίς ἐμᾶς. Ἔχοντας, λοιπόν, γύρω μας μιά τόσο μεγάλη στρατιά μαρτύρων, ἅς τινάξουμε ἀπό πάνω μας κάθε φορτίο, καί τήν ἁμαρτία πού εὔκολά μᾶς ἐμπλέκει, κι ἅς τρέχουμε μέ ὑπομονή τό ἀγώνισμα τοῦ δύσκολου δρόμου, πού ἔχουμε μπροστά μας. Ἅς ἔχουμε τά μάτια μας προσηλωμένα στόν Ἰησοῦ, πού μᾶς ἔδωσε τήν πίστη, τήν ὁποία καί τελειοποιεῖ. Αὐτός, ἀντί γιά τή χαρά πού θά μποροῦσε νά ἔχει, ὑπέμεινε τό σταυρικό θάνατο περιφρονώντας τήν ἀτίμωση, καί κάθισε στά δεξιά τοῦ θρόνου τοῦ Θεοῦ.