Σάββατο 24 Σεπτεμβρίου 2022

ΑΝΑΓΝΩΣΜΑΤΑ ΚΥΡΙΑΚΗΣ Α΄ ΛΟΥΚΑ

ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (Λουκ. 5, 1-11

Τῷ καιρῷ ἐκείνῳ, ἑστὼς ὁ Ἰησοῦς παρὰ τὴν λίμνην Γεννησαρέτ, εἶδε δύο πλοῖα ἑστῶτα παρὰ τὴν λίμνην· οἱ δὲ ἁλιεῖς ἀποβάντες ἀπ᾿ αὐτῶν ἀπέπλυναν τὰ δίκτυα. Ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων, ὃ ἦν τοῦ Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον· καὶ καθίσας ἐδίδασκεν ἐκ τοῦ πλοίου τοὺς ὄχλους. Ὡς δὲ ἐπαύσατο λαλῶν, εἶπε πρὸς τὸν Σίμωνα· ἐπανάγαγε εἰς τὸ βάθος καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν. Καὶ ἀποκριθεὶς ὁ Σίμων εἶπεν αὐτῷ· ἐπιστάτα, δι᾿ ὅλης τῆς νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν· ἐπὶ δὲ τῷ ρήματί σου χαλάσω τὸ δίκτυον. Καὶ τοῦτο ποιήσαντες συνέκλεισαν πλῆθος ἰχθύων πολύ· διερρήγνυτο δὲ τὸ δίκτυον αὐτῶν. Καὶ κατένευσαν τοῖς μετόχοις τοῖς ἐν τῷ ἑτέρῳ πλοίῳ τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς· καὶ ἦλθον καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα, ὥστε βυθίζεσθαι αὐτά. Ἰδὼν δὲ Σίμων Πέτρος προσέπεσε τοῖς γόνασιν Ἰησοῦ λέγων· ἔξελθε ἀπ᾿ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, Κύριε· θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς σὺν αὐτῷ ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων ᾗ συνέλαβον, ὁμοίως δὲ καὶ Ἰάκωβον καὶ Ἰωάννην, υἱοὺς Ζεβεδαίου, οἳ ἦσαν κοινωνοὶ τῷ Σίμωνι. Καὶ εἶπε πρὸς τὸν Σίμωνα ὁ Ἰησοῦς· μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν. Καὶ καταγαγόντες τὰ πλοῖα ἐπὶ τὴν γῆν, ἀφέντες ἅπαντα ἠκολούθησαν αὐτῷ.

ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ

Ἐκεῖνο τόν καιρό, καθώς στεκόταν ὁ Ἰησοῦς στήν ὄχθη τῆς λίμνης Γεννησαρέτ, εἶδε δύο ψαροκάικα στήν ἄκρη τῆς λίμνης. Οἱ ψαράδες εἶχαν κατεβεῖ ἀπ’ αὐτά καί ἐπλεναν τά δίχτυα. Ἐκεῖνος ἀνέβηκε σ’ ἕνα ἀπό τά ψαροκάικα, σ’ αὐτό πού ἦταν τοῦ Σίμωνα, καί τόν παρακάλεσε νά τραβηχτεῖ λίγο ἀπό τήν ξηρά. Κάθισε στό ψαροκάικο καί ἀπ’ αὐτό δίδασκε τά πλήθη. Ὅταν τελείωσε τήν ὁμιλία του, εἶπε στό Σίμωνα: «Πήγαινε στά βαθιά καί ρίξτε τά δίχτυά σας γιά ψάρεμα». Ὁ Σίμων τοῦ ἀποκρίθηκε: «Διδάσκαλε, ὅλη τή νύχτα παιδευόμασταν καί δέν πιάσαμε τίποτε· ἐπειδή ὅμως τό λές ἐσύ, θά ρίξω τό δίχτυ». Τό ἔριξαν κι ἐπίασαν πάρα πολλά ψάρια, τόσα πού τό δίχτυ τους ἄρχισε νά σκίζεται. Μέ νεύματα εἰδοποίησαν τούς συνεταίρους τους, πού ἦταν στό ἄλλο πλοῖο νά ἔρθουν νά τούς βοηθήσουν. Ἐκεῖνοι ἦρθαν καί γέμισαν καί τά δύο ψαροκάικα σέ σημεῖο πού νά κινδυνεύουν νά βυθιστοῦν. Ὅταν ὁ Σίμων Πέτρος εἶδε τί ἔγινε, ἔπεσε στά γόνατα τοῦ Ἰησοῦ καί τοῦ εἶπε: «Βγές ἀπό τό καΐκι μου, Κύριε, γιατί εἶμαι ἄνθρωπος ἁμαρτωλός». Αὐτά τά εἶπε γιατί εἶχε κυριευτεῖ ἀπό δέος, αὐτός καί ὅλοι ὅσοι ἦταν μαζί του, γιά τά πολλά ψάρια πού εἶχαν πιάσει. Τό ἴδιο συνέβη καί μέ τά παιδιά τοῦ Ζεβεδαίου, τόν Ἰάκωβο καί τόν Ἰωάννη, πού ἦταν συνεργάτες τοῦ Σίμωνα. Ὁ Ἰησοῦς τότε εἶπε στό Σίμωνα: «Μή φοβᾶσαι, ἀπό τώρα θά ψαρεύεις ἀνθρώπους». Ὕστερα, ἀφοῦ τράβηξαν τά ψαροκάικα στή στεριά, ἄφησαν τά πάντα καί τόν ἀκολούθησαν.

ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (Β΄ Κορ. 4, 6-15)

Ἀδελφοί, ὁ Θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ. Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ καὶ μὴ ἐξ ἡμῶν, ἐν παντὶ θλιβόμενοι ἀλλ ̓ οὐ στενοχωρούμενοι, ἀπορούμενοι ἀλλ ̓ οὐκ ἐξαπορούμενοι, διωκόμενοι ἀλλ ̓ οὐκ ἐγκαταλειπόμενοι, καταβαλλόμενοι ἀλλ ̓ οὐκ ἀπολλύμενοι, πάντοτε τὴν νέκρωσιν τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ. Ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. Ὥστε ὁ μὲν θάνατος ἐν ἡμῖν ἐνεργεῖται, ἡ δὲ ζωὴ ἐν ὑμῖν. Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως κατὰ τὸ γεγραμμένον, ἐπίστευσα, διὸ ἐλάλησα, καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν, εἰδότες ὅτι ὁ ἐγείρας τὸν Κύριον Ἰησοῦν καὶ ἡμᾶς διὰ Ἰησοῦ  ἐγερεῖ καὶ παραστήσει σὺν ὑμῖν. Τὰ γὰρ πάντα δι ̓ ὑμᾶς, ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ Θεοῦ.

ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ

Ἀδελφοί, ὁ Θεός πού εἶπε μέσα ἀπό τό σκοτάδι νά λάμψει φῶς, αὐτός ἔλαμψε μέσα στίς καρδιές μας καί μᾶς φώτισε νά γνωρίσουμε τή δόξα του στό πρόσωπο τοῦ Ἰησοῦ Χριστοῦ. Ἀλλά ἐμεῖς πού ἔχουμε αὐτόν τό θησαυρό εἴμαστε σάν τά πήλινα δοχεῖα· ἔτσι γίνεται φανερό πώς ἡ ὑπερβολική ἀξία τοῦ θησαυροῦ αὐτοῦ προέρχεται ἀπό τό Θεό κι ὄχι ἀπό μᾶς. Ἄν καί μᾶς πιέζουν ἀπό παντοῦ, δέ μᾶς καταβάλλουν. Βρισκόμαστε σέ ἀδιέξοδο, ἀλλά δέν ἀπελπιζόμαστε. Μᾶς καταδιώκουν, Θεός ὅμως δέ μᾶς ἐγκαταλείπει. Μᾶς ρίχνουν κάτω, μά δέ χάνουμε τόν ἀγώνα. Συνεχῶς ὑποφέρουμε σωματικά μετέχοντας ἔτσι στό θάνατο τοῦ Κυρίου Ἰησοῦ, γιά νά φανερωθεῖ στό πρόσωπό μας ζωή τοῦ ἀναστημένου Ἰησοῦ. Δηλαδή εἴμαστε ζωντανοί, ἀλλά ἐκθέτουμε συνεχῶς τόν ἑαυτό μας στό θάνατο γιά χάρη τοῦ Ἰησοῦ, ὥστε νά φανερωθεῖ στό θνητό μας σῶμα ζωή τοῦ Ἰησοῦ. Ἔτσι, ἐμᾶς μᾶς ἀπειλεῖ συνεχῶς θάνατος, ἐνῶ ἐσεῖς κερδίζετε τή ζωή. Ἔχουμε, λοιπόν, τήν ἴδια ἐμπιστοσύνη στό Θεό, πού ἀναφέρει Γραφή: “Ἐμπιστεύτηκα τόν ἑαυτό μου στό Θεό, γιαὐτό καί μίλησα”. Κι ἐμεῖς ἔχουμε ἐμπιστοσύνη στό Θεό, γιαὐτό καί κηρύττουμε. Ξέρουμε ὅτι Θεός, πού ἀνέστησε τόν Κύριο Ἰησοῦ, θά ἀναστήσει καί ἐμᾶς διά τοῦ Ἰησοῦ καί θά μᾶς παρουσιάσει μπροστά του μαζί σας. Ὅλα, λοιπόν, γίνονται γιά σᾶς. Ἔτσι, ὅσο πιό πολλοί δεχτοῦν τή χάρη, τόσο πιό μεγάλη θά εἶναι εὐχαριστία καί δοξολογία πρός τό Θεό.