Σάββατο 10 Σεπτεμβρίου 2022

ΑΝΑΓΝΩΣΜΑΤΑ ΚΥΡΙΑΚΗΣ ΠΡΟ ΤΗΣ ΥΨΩΣΕΩΣ ΤΟΥ ΣΤΑΥΡΟΥ



ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (Ἰωάν. 3, 13-17)

 

Εἶπεν ὁ Κύριος· Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου ὁ ὢν ἐν τῷ οὐρανῷ. Καὶ καθὼς Μωϋσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον. Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον. Οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ εἰς τὸν κόσμον ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ’ ἵνα σωθῇ ὁ κόσμος δι’ αὐτοῦ. 

 

ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ

Εἶπε ὁ Κύριος· Κανένας δέν ἀνέβηκε στόν οὐρανό παρά μόνο ὁ Υἱός τοῦ Ἀνθρώπου, πού κατέβηκε ἀπό τόν οὐρανό, καί πού εἶναι στόν οὐρανό. Ὅπως ὁ Μωυσῆς ὕψωσε τό χάλκινο φίδι στήν ἔρημο, ἔτσι πρέπει νά ὑψωθεῖ ὁ Υἱός τοῦ Ἀνθρώπου, ὥστε ὅποιος πιστεύει σ’ αὐτόν νά μή χαθεῖ ἀλλά νά ζήσει αἰώνια. Τόσο πολύ ἀγάπησε ὁ Θεός τόν κόσμο, ὥστε παρέδωσε στό θάνατο τό μονογενῆ του Υἱό, γιά νά μή χαθεῖ ὅποιος πιστεύει σ’ αὐτόν ἀλλά νά ἔχει ζωή αἰώνια. Γιατί, ὁ Θεός δέν ἔστειλε τόν Υἱό του στόν κόσμο γιά νά καταδικάσει τόν κόσμο, ἀλλά γιά νά σωθεῖ ὁ κόσμος δι’ αὐτοῦ.

 


ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (Γαλ. 6, 11-18)

 

Ἀδελφοί, ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί. Ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκί, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον ἵνα μὴ τῷ σταυρῷ τοῦ Χριστοῦ διώκωνται. Οὐδὲ γὰρ οἱ περιτετμημένοι αὐτοὶ νόμον φυλάσσουσιν, ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι, ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται. Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμῳ. Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις. Καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπ’ αὐτοὺς καὶ ἔλεος, καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ Θεοῦ. Τοῦ λοιποῦ κόπους μοι μηδεὶς παρεχέτω· ἐγὼ γὰρ τὰ στίγματα τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί· ἀμήν.

ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ

 

Ἀδελφοί, προσέξτε μέ πόσο μεγάλα γράμματα σᾶς γράφω τώρα μέ τό ἴδιο μου τό χέρι. Ὅσοι θέλουν ν’ ἀποκτήσουν καλή φήμη στούς ἀνθρώπους, αὐτοί σᾶς ὑποχρεώνουν νά περιτέμνεστε μέ μόνο στόχο νά μήν καταδιώκονται ἀπό τούς Ἰουδαίους ἐξαιτίας τοῦ σταυροῦ τοῦ Χριστοῦ. Ἄλλωστε οὔτε κι αὐτοί πού ἐπιμένουν στήν περιτομή τηροῦν τό νόμο. Ἁπλῶς θέλουν νά περιτέμνεστε ἐσεῖς, γιά νά καυχηθοῦν ὅτι σᾶς κατάφεραν νά τό κάνετε. Ὅσο γιά μένα, δέν θέλω ἄλλη ἀφορμή γιά καύχηση ἐκτός ἀπό τό σταυρό τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ, τό σταυρό πού πάνω του ὁ κόσμος πέθανε γιά μένα κι ἐγώ γιά τόν κόσμο. Γιά ὅσους ἀνήκουν στόν Ἰησοῦ Χριστό δέν ἔχει καμιά σημασία οὔτε τό νά κάνεις περιτομή οὔτε τό νά μήν κάνεις, ἀλλά ὅλοι εἶναι νέα δημιουργήματα τοῦ Θεοῦ. Ὅσοι ἀκολουθοῦν αὐτή τήν ἀρχή, θά ἔχουν τήν εἰρήνη καί τό ἔλεος τοῦ Θεοῦ μαζί τους, αὐτοί καί ὅλος ὁ λαός τοῦ Θεοῦ. Στό ἑξῆς κανένας ἄς μή μοῦ δημιουργεῖ προβλήματα. Ἀρκετά ἔχω πάθει γιά τόν Ἰησοῦ, ὅπως δείχνουν τά σημάδια στό σῶμα μου. Ἡ χάρη τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ εὔχομαι νά εἶναι μαζί σας, ἀδερφοί μου. Ἀμήν.