ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ
(Λουκ. 15, 11-32)
Εἶπεν ὁ
Κύριος τὴν παραβολὴν ταύτην· Ἄνθρωπός τις εἶχε δύο υἱούς. Καὶ εἶπεν ὁ νεώτερος
αὐτῶν τῷ πατρί· πάτερ, δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας. Καὶ
διεῖλεν αὐτοῖς τὸν βίον. Καὶ
μετ’ οὐ πολλὰς ἡμέρας συναγαγὼν ἅπαντα ὁ νεώτερος υἱὸς ἀπεδήμησεν εἰς
χώραν μακράν, καὶ ἐκεῖ διεσκόρπισεν τὴν οὐσίαν αὐτοῦ
ζῶν ἀσώτως. Δαπανήσαντος δὲ αὐτοῦ πάντα ἐγένετο λιμὸς ἰσχυρός
κατὰ τὴν χώραν ἐκείνην, καὶ αὐτὸς ἤρξατο ὑστερεῖσθαι. Καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ
τῶν πολιτῶν τῆς χώρας ἐκείνης, καὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν
χοίρους· καὶ ἐπεθύμει γεμίσαι τὴν κοιλίαν αὐτοῦ ἀπὸ τῶν κερατίων ὧν ἤσθιον οἱ
χοῖροι, καὶ οὐδεὶς ἐδίδου αὐτῷ. Εἰς ἑαυτὸν δὲ ἐλθὼν εἶπε· πόσοι μίσθιοι τοῦ
πατρός μου περισσεύουσιν ἄρτων, ἐγὼ δὲ λιμῷ ὧδε ἀπόλλυμαι!
Ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου καὶ ἐρῶ αὐτῷ· πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν
καὶ ἐνώπιόν σου· οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν
μισθίων σου. Καὶ ἀναστὰς ἦλθε πρὸς τὸν πατέρα ἑαυτοῦ.
Ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος εἶδεν αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἐσπλαγχνίσθη,
καὶ δραμὼν ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ κατεφίλησεν αὐτόν. Εἶπε δὲ αὐτῷ ὁ
υἱὸς· πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, καὶ οὐκέτι εἰμὶ ἄξιος
κληθῆναι υἱός σου. Εἶπε δὲ ὁ πατὴρ πρὸς τοὺς δούλους αὐτοῦ· ἐξενέγκατε τὴν στολὴν τὴν πρώτην καὶ
ἐνδύσατε αὐτόν, καὶ δότε δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ
καὶ ὑποδήματα εἰς τοὺς πόδας, καὶ ἐνέγκαντες τὸν μόσχον τὸν σιτευτόν θύσατε, καὶ
φαγόντες εὐφρανθῶμεν, ὅτι οὗτος ὁυἱός μου νεκρὸς
ἦν καὶ ἀνέζησεν, καὶ ἀπολωλὼς ἦν καὶ εὑρέθη. Καὶ ἤρξαντο
εὐφραίνεσθαι. Ἦν δὲ ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος ἐν ἀγρῷ· καὶ ὡς ἐρχόμενος ἤγγισε
τῇ οἰκίᾳ, ἤκουσε συμφωνίας καὶ χορῶν, καὶ
προσκαλεσάμενος ἕνα τῶν παίδων ἐπυνθάνετο τί εἴη ταῦτα. Ὁ δὲ εἶπεν αὐτῷ
ὅτι ὁ ἀδελφός σου ἥκει, καὶ ἔθυσεν ὁ πατήρ σου τὸν μόσχον τὸν σιτευτόν, ὅτι ὑγιαίνοντα
αὐτὸν ἀπέλαβεν. Ὠργίσθη δὲ καὶ οὐκ ἤθελεν εἰσελθεῖν. Ὁ οὖν πατὴρ αὐτοῦ ἐξελθὼν
παρεκάλει αὐτόν. Ὁ δὲ ἀποκριθεὶς εἶπε τῷ πατρὶ· ἰδοὺ τοσαῦτα ἔτη δουλεύω σοι καὶ
οὐδέποτε ἐντολήν σου παρῆλθον, καὶ ἐμοὶ οὐδέποτε ἔδωκας ἔριφον ἵνα μετὰ τῶν φίλων
μου εὐφρανθῶ· ὅτε δὲ ὁ υἱός σου οὗτος, ὁ καταφαγών σου τὸν βίον μετὰ πορνῶν, ἦλθεν,
ἔθυσας αὐτῷ τὸν μόσχον τὸν σιτευτὸν. Ὁ δὲ εἶπεν αὐτῷ·τέκνον, σὺ πάντοτε μετ’ ἐμοῦ
εἶ, καὶ πάντα τὰ ἐμὰ σά ἐστιν· εὐφρανθῆναι δὲ καὶ χαρῆναι ἔδει, ὅτι ὁ ἀδελφός
σου οὗτος νεκρὸς ἦν καὶ ἀνέζησε, καὶ ἀπολωλὼς ἦν καὶ εὑρέθη.
ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ
Εἶπε ὁ Κύριος τὴν ἑξῆς
παραβολή: «Κάποιος ἄνθρωπος εἶχε δύο γιούς. Ὁ μικρότερος ἀπ’ αὐτούς εἶπε στόν
πατέρα του: “πατέρα, δῶσε μου τό
μερίδιο τῆς περιουσίας πού μοῦ ἀναλογεί”· κι ἐκεῖνος τούς μοίρασε τήν περιουσία.
Ὕστερα ἀπό λίγες μέρες ὁ μικρότερος γιός τά μάζεψε ὅλα κι ἔφυγε σέ χώρα μακρινή.
Ἐκεῖ σκόρπισε τήν περιουσία του κάνοντας
ἄσωτη ζωή. Ὅταν τά ξόδεψε ὅλα, ἔτυχε νά πέσει μεγάλη πείνα στή χώρα ἐκείνη, καί
ἄρχισε κι αὐτός νά στερεῖται. Πῆγε λοιπόν κι ἔγινε ἐργάτης σέ ἕναν ἀπό τούς πολίτες
ἐκείνης τῆς χώρας, ὁ ὁποῖος τόν ἔστειλε στά χωράφια του νά βόσκει χοίρους. Ἔφτασε
στό σημεῖο νά θέλει νά χορτάσει μέ τά ξυλοκέρατα πού ἔτρωγαν οἱχοῖροι, ἀλλά κανένας
δέν τοῦ ἔδινε. Τελικά συνῆλθε καί εἶπε: “πόσοι ἐργάτες τοῦ πατέρα μου ἔχουν περίσσιο
ψωμί, κι ἐγώ ἐδῶ πεθαίνω τῆς πείνας! Θά σηκωθῶ καί θά πάω στόν πατέρα μου καί θά
τοῦ πῶ: πατέρα, ἁμάρτησα στό Θεό καί σ’ ἐσένα· δέν εἶμαι ἄξιος πιά νά λέγομαι
γιός σου· κάνε με σάν ἕναν ἀπό τούς ἐργάτες σου”. Σηκώθηκε, λοιπόν, καί ξεκίνησε
νά πάει στόν πατέρα του.Ἐνῶ ἦταν ἀκόμη μακριά, τόν εἶδε ὁ πατέρας του, τόν
σπλαχνίστηκε, ἔτρεξε, τόν ἀγκάλιασε σφιχτά καί τόν καταφιλοῦσε. Τότε ὁ γιός του
τοῦ εἶπε: “πατέρα, ἁμάρτησα στό Θεό καί σ’ ἐσένα καί δέν ἀξίζω νά λέγομαι παιδί
σου”. Ὁ πατέρας ὅμως γύρισε στούς δούλους του καί τούς διέταξε: “βγάλτε γρήγορα τήν καλύτερη στολή καί ντύστε τον· φορέστε του
δαχτυλίδι στό χέρι καί δῶστε του ὑποδήματα. Φέρτε τό σιτευτό μοσχάρι καί σφάξτε
το νά φᾶμε καί νά εὐφρανθοῦμε, γιατί αὐτός ὁ γιός μου ἦταν νεκρός καί ἀναστήθηκε,
ἦταν χαμένος καί βρέθηκε”. Ἔτσι ἄρχισαν νά εὐφραίνονται. Ὁ μεγαλύτερος γιός του
βρισκόταν στό χωράφι· καί καθώς ἐρχόταν καί πλησίαζε στό σπίτι, ἄκουσε μουσικές
καί χορούς. Φώναξε, λοιπόν, ἕναν ἀπό τούς ὑπηρέτες καί ρώτησε νά μάθει τί
συμβαίνει. Ἐκεῖνος τοῦ εἶπε: “γύρισε ὁ ἀδερφός σου, κι ὁ πατέρας σου ἔσφαξε τό
σιτευτό μοσχάρι, γιατί τοῦ ἦρθε πίσω γερός”. Αὐτός τότε θύμωσε καί δέν ἤθελε νά
μπεῖ μέσα. Ὁ πατέραςτου βγῆκε καί τόν παρακαλοῦσε, ἐκεῖνος ὅμως τοῦ ἀποκρίθηκε:
“ἐγώ τόσα χρόνια σοῦ δουλεύω καί ποτέ δέν παράκουσα καμιά ἐντολή σου· κι ὅμως
σ’ ἐμένα δέν ἔδωσες ποτέ ἕνα κατσίκι γιά νά εὐφρανθῶ μέ τούς φίλους μου. Ὅταν ὅμως
ἦρθε αὐτός ὁ γιός σου, πού κατασπατάλησε τήν περιουσία σου μέ πόρνες, ἔσφαξες
γιά χάρη του τό σιτευτό μοσχάρι”. Κι ὁ πατέρας του τοῦ ἀπάντησε: “παιδί
μου, ἐσύ εἶσαι πάντοτε μαζί μου κι ὅ,τι εἶναι δικό μου εἶναι καί δικό σου. Ἔπρεπε
ὅμως νά εὐφρανθοῦμε καί νά χαροῦμε, γιατί ὁ ἀδερφός σου αὐτός ἦταν νεκρός κι ἀναστήθηκε,
ἦταν χαμένος καί βρέθηκε”».
ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ
(Α΄Κορ. 6, 12-20)
Ἀδελφοί,
πάντα μοι ἔξεστιν, ἀλλ’ οὐ πάντα συμφέρει· πάντα μοι ἔξεστιν, ἀλλ’ οὐκ ἐγὼ ἐξουσιασθήσομαι
ὑπό τινος. τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασιν· ὁ δὲ Θεὸς καὶ ταύτην
καὶ ταῦτα καταργήσει. τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ Κυρίῳ, καὶ ὁ Κύριος τῷ
σώματι· ὁ δὲ Θεὸς καὶ τὸν Κύριον ἤγειρε καὶ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ.
Οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν; ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ
ποιήσω πόρνης μέλη; μὴ γένοιτο. Ἤ οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν;
ἔσονται γάρ, φησίν, οἱ δύο εἰς σάρκα μίαν· ὁ δὲ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά
ἐστι. φεύγετε τὴν πορνείαν. Πᾶν ἁμάρτημα
ὃ ἐὰν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν, ὁ δὲ πορνεύων
εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει. Ἤ οὐκ οἴδατε ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου
Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ Θεοῦ, καὶ οὐκ ἐστὲ ἑαυτῶν; ἠγοράσθητε γὰρ τιμῆς·
δοξάσατε δὴ τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν καὶ ἐν τῷ πνεύματι ὑμῶν ἅτινά ἐστι τοῦ
Θεοῦ.
ΝΕΟΕΛΛΗΝΙΚΗ ΑΠΟΔΟΣΗ
Ἀδελφοί, μερικοί μεταξύ σας λένε: «Ὅλα μοῦ ἐπιτρέπονται». Σωστά· ὅλα ὅμως δέν εἶναι πρός τό συμφέρον. Ὅλα μοῦ ἐπιτρέπονται, ἐγώ ὅμως δέ θά ἀφήσω τίποτε νά μέ κυριέψει. Λένε ἐπίσης: «Οἱ τροφές προορίζονται γιά τήν κοιλιά καί ἡ κοιλιά εἶναι καμωμένη γιά τίς τροφές»· ὁ Θεός ὅμως θά τά ἀχρηστέψει καί τό ἕνα καί τό ἄλλο. Τό σῶμα δέν ἔγινε γιά νά πορνεύουμε, ἀλλά γιά νά δοξάζουμε τόν Κύριο, καί ὁ Κύριος θά δοξάσει τό σῶμα. Καί ὁ Θεός πού ἀνέστησε τόν Κύριο, μέ τή δύναμή του θά ἀναστήσει κι ἐμᾶς. Δέν ξέρετε ὅτι τά σώματά σας εἶναι μέλη τοῦ σώματος τοῦ Χριστοῦ; Μπορῶ, λοιπόν, νά πάρω κάτι πού εἶναι μέλος τοῦ σώματος τοῦ Χριστοῦ καί νά τό κάνω μέλος τοῦ σώματος μιᾶς πόρνης; Ποτέ τέτοιο πράγμα! Ἤ μήπως δέν ξέρετε ὅτι αὐτός πού ἑνώνεται μέ μιά πόρνη γίνεται ἕνα σῶμα μαζί της; Γιατί, καθώς λέει ἡ Γραφή, οἱ δύο θά γίνουν ἕνα σῶμα. Ὅποιος ὅμως ἑνώνεται μέ τόν Κύριο, γίνεται ἕνα πνεῦμα μαζί του. Μακριά λοιπόν ἀπό τήν πορνεία! Κάθε ἄλλο ἁμάρτημα πού μπορεῖ νά διαπράξει κανείς βρίσκεται ἔξω ἀπό τό σῶμα του· αὐτός ὅμως πού πορνεύει βεβηλώνει τό ἴδιο του τό σῶμα. Ἤ μήπως δέν ξέρετε ὅτι τό σῶμα σας εἶναι ναός τοῦ Ἁγίου Πνεύματος πού σᾶς τό χάρισε ὁ Θεός καί βρίσκεται μέσα σας; Δέν ἀνήκετε στόν ἑαυτό σας· σᾶς ἀγόρασε ὁ Θεός πληρώνοντας τό τίμημα. Τό Θεό λοιπόν νά δοξάζετε μέ τό σῶμα σας καί μέ τό πνεῦμα σας, πού ἀνήκουν σ’ ἐκεῖνον.